ΒΑΣΙΛΕΙΩΝ Β΄
Κεφάλαιο 1
ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν ᾿Αμαλήκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο. 2 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαούλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 3 καὶ εἶπεν αὐτῷ Δαυίδ· πόθεν σὺ παραγίνῃ; καὶ εἶπε πρὸς αὐτόν· ἐκ τῆς παρεμβολῆς ᾿Ισραὴλ ἐγὼ διασέσωσμαι. 4 καὶ εἶπεν αὐτῷ Δαυίδ· τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον· καὶ Σαοὺλ καὶ ᾿Ιωνάθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανε. 5 καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ· πῶς οἶδας ὅτι τέθνηκε Σαοὺλ καὶ ᾿Ιωνάθαν ὁ υἱὸς αὐτοῦ; 6 καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ· περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουέ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ. 7 καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέ με καὶ ἐκάλεσέ με, καὶ εἶπα· ἰδοὺ ἐγώ. 8 καὶ εἶπέ μοι· τίς εἶ σύ; καὶ εἶπα· ᾿Αμαληκίτης ἐγώ εἰμι. 9 καὶ εἶπε πρός με· στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχε με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί. 10 καὶ ἐπέστην ἐπ᾿ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε. 11 καὶ ἐκράτησε Δαυὶδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. 12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν ᾿Ιούδα καὶ ἐπὶ τὸν οἶκον ᾿Ισραήλ, ὅτι ἐπλήγησαν ἐν ρομφαίᾳ. 13 καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ· πόθεν εἶ σύ; καὶ εἶπεν· υἱὸς ἀνδρὸς παροίκου ᾿Αμαληκίτου ἐγώ εἰμι. 14 καὶ εἶπεν αὐτῷ Δαυίδ· πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου; 15 καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπε· προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανε. 16 καὶ εἶπε πρὸς αὐτὸν Δαυίδ· τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι στὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι, ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου.
17 Καὶ ἐθρήνησε Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ. 18 καὶ εἶπε τοῦ διδάξαι τοὺς υἱοὺς ᾿Ιούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς.
19 Στήλωσον, ᾿Ισραήλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί; 20 μὴ ἀναγγείλητε ἐν Γὲθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις ᾿Ασκάλωνος, μή ποτε εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων. 21 ὄρη τὰ ἐν Γελβουὲ μὴ καταβάτω δρόσος καὶ μὴ ὑετὸς ἐφ᾿ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ. 22 ἀφ᾿ αἵματος τραυματιῶν καὶ ἀπὸ στέατος δυνατῶν τόξον ᾿Ιωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ρομφαία Σαοὺλ οὐκ ἀνέκαμψε κενή. 23 Σαοὺλ καὶ ᾿Ιωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν· ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν. 24 θυγατέρες ᾿Ισραήλ, ἐπὶ Σαοὺλ κλαύσατε, τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν. 25 πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· ᾿Ιωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίας. 26 ἀλγῶ ἐπὶ σοί, ἀδελφέ μου ᾿Ιωνάθαν· ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν. 27 πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά;
Κεφάλαιο 2
ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησε Δαυὶδ ἐν Κυρίῳ λέγων· εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων ᾿Ιούδα; καὶ εἶπε Κύριος πρὸς αὐτόν· ἀνάβηθι. καὶ εἶπε Δαυίδ· ποῦ ἀναβῶ; καὶ εἶπεν· εἰς Χεβρών. 2 καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, ᾿Αχινόομ ἡ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου, 3 καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών. 4 καὶ ἔρχονται ἄνδρες τῆς ᾿Ιουδαίας καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον ᾿Ιούδα.
Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ λέγοντες· ὅτι οἱ ἄνδρες ᾿Ιαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ. 5 καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους ᾿Ιαβὶς τῆς Γαλααδίτιδος καὶ εἶπε πρὸς αὐτοὺς Δαυίδ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ. 6 καὶ νῦν ποιήσαι Κύριος μεθ᾿ ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ᾿ ὑμῶν τὰ ἀγαθὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ρῆμα τοῦτο· 7 καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαούλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος ᾿Ιούδα ἐφ᾿ ἑαυτὸν εἰς βασιλέα.
8 Καὶ ᾿Αβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν ᾿Ιεβοσθὲ υἱὸν Σαοὺλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ 9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρὶ καὶ ἐπὶ τὴν ᾿Ιεζράελ καὶ ἐπὶ τὸν ᾿Εφραὶμ καὶ ἐπὶ τὸν Βενιαμὶν καὶ ἐπὶ πάντα ᾿Ισραήλ. 10 τεσσαράκοντα ἐτῶν ᾿Ιεβοσθὲ υἱὸς Σαούλ, ὅτε ἐβασίλευσεν ἐπὶ ᾿Ισραήλ, καὶ δύο ἔτη ἐβασίλευσε, πλὴν τοῦ οἴκου ᾿Ιούδα, οἳ ἦσαν ὀπίσω Δαυίδ· 11 καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον ᾿Ιούδα, ἑπτὰ ἔτη καὶ μῆνας ἕξ.
12 Καὶ ἐξῆλθεν ᾿Αβεννὴρ υἱὸς Νὴρ καὶ οἱ παῖδες ᾿Ιεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαών· 13 καὶ ᾿Ιωὰβ υἱὸς Σαρουΐας καὶ οἱ παῖδες Δαυὶδ ἐξήλθοσαν ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴ κρήνην ἐντεῦθεν, καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν. 14 καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς ᾿Ιωάβ· ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν ᾿Ιωάβ· ἀναστήτωσαν. 15 καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν ᾿Ιεβοσθὲ υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυίδ. 16 καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσι κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών. 17 καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν ᾿Αβεννὴρ καὶ ἄνδρες ᾿Ισραὴλ ἐνώπιον παίδων Δαυίδ. 18 καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουΐας, ᾿Ιωὰβ καὶ ᾿Αβεσσὰ καὶ ᾿Ασαήλ, καὶ ᾿Ασαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ. 19 καὶ κατεδίωξεν ᾿Ασαὴλ ὀπίσω ᾿Αβεννὴρ καὶ οὐκ ἐξέκλινε τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν ᾿Αβεννήρ. 20 καὶ ἐπέβλεψεν ᾿Αβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν· εἰ σὺ εἶ αὐτὸς ᾿Ασαήλ; καὶ εἶπεν· ἐγώ εἰμι. 21 καὶ εἶπεν αὐτῷ ᾿Αβεννήρ· ἔκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σεαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν ᾿Ασαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ. 22 καὶ προσέθετο ἔτι ᾿Αβεννὴρ λέγων τῷ ᾿Ασαήλ· ἀπόστηθι ἀπ᾿ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς ᾿Ιωάβ; 23 καὶ ποῦ ἐστι ταῦτα; ἐπίστρεφε πρὸς ᾿Ιωὰβ τὸν ἀδελφόν σου. καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν ᾿Αβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθε τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ. καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου, οὗ ἔπεσεν ἐκεῖ ᾿Ασαὴλ καὶ ἀπέθανε, καὶ ὑφίστατο. 24 καὶ κατεδίωξεν ᾿Ιωὰβ καὶ ᾿Αβεσσὰ ὀπίσω ᾿Αβεννήρ· καὶ ὁ ἥλιος ἔδυνε. καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ ᾿Αμμάν, ὅ ἐστιν ἐπὶ προσώπου Γαί, ὁδὸν ἔρημον Γαβαών. 25 καὶ συναθροίζονται οἱ υἱοὶ Βενιαμὶν οἱ ὀπίσω ᾿Αβεννὴρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός. 26 καὶ ἐκάλεσεν ᾿Αβεννὴρ ᾿Ιωὰβ καὶ εἶπε· μὴ εἰς νῖκος καταφάγεται ἡ ρομφαία; ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν; 27 καὶ εἶπεν ᾿Ιωάβ· ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ. 28 καὶ ἐσάλπισεν ᾿Ιωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ ᾿Ισραὴλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν. 29 καὶ ᾿Αβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν ᾿Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν. 30 καὶ ᾿Ιωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ ᾿Αβεννὴρ καὶ συνήθροισε πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαντῶν παίδων Δαυίδ ἐννεακαίδεκα ἄνδρες καὶ ᾿Ασαήλ. 31 καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν ᾿Αβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ᾿ αὐτοῦ. 32 καὶ αἴρουσι τὸν ᾿Ασαὴλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ. καὶ ἐπορεύθη ᾿Ιωὰβ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών.
Κεφάλαιο 3
ΚΑΙ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ· καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.
2 Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ ᾿Αμνὼν τῆς ᾿Αχινόομ τῆς ᾿Ιεζραηλίτιδος, 3 καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς ᾿Αβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος ᾿Αβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσίρ, 4 καὶ ὁ τέταρτος ᾿Ορνία υἱὸς Φεγγίθ, καὶ ὁ πέμπτος Σαβατία τῆς ᾿Αβιτάλ, 5 καὶ ὁ ἕκτος ᾿Ιεθεραὰμ τῆς Αἰγλὰ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών.
6 Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ, καὶ ᾿Αβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ. 7 καὶ τῷ Σαοὺλ παλλακὴ Ρεσφὰ θυγάτηρ ᾿Ιάλ· καὶ εἶπεν ᾿Ιεβοσθὲ υἱὸς Σαοὺλ πρὸς ᾿Αβεννήρ· τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου; 8 καὶ ἐθυμώθη σφόδρα ᾿Αβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ ᾿Ιεβοσθέ, καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς αὐτόν· μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυίδ· καὶ ἐπιζητεῖς ἐπ᾿ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον; 9 τάδε ποιήσαι ὁ Θεὸς τῷ ᾿Αβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυίδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ 10 περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαούλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ ᾿Ισραὴλ καὶ ἐπὶ τὸν ᾿Ιούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ. 11 καὶ οὐκ ἠδυνάσθη ἔτι ᾿Ιεβοσθὲ ἀποκριθῆναι τῷ ᾿Αβεννὴρ ρῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.
12 Καὶ ἀπέστειλεν ᾿Αβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα λέγων· διάθου διαθήκην σου μετ᾿ ἐμοῦ, καὶ ἰδοὺ ἡ χεὶρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον ᾿Ισραήλ. 13 καὶ εἶπε Δαυίδ· καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων· οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου. 14 καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς ᾿Ιεβοσθὲ υἱὸν Σαοὺλ ἀγγέλους λέγων· ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχόλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων. 15 καὶ ἀπέστειλεν ᾿Ιεβοσθὲ καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς. 16 καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ᾿ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπε πρὸς αὐτὸν ᾿Αβεννήρ· πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψε. 17 καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς τοὺς πρεσβυτέρους ᾿Ισραὴλ λέγων· χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφ᾿ ὑμῶν· 18 καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ λέγων· ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν ᾿Ισραὴλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν. 19 καὶ ἐλάλησεν ᾿Αβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν. καὶ ἐπορεύθη ᾿Αβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς ᾿Ισραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν.
20 Καὶ ἦλθεν ᾿Αβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ μετ᾿ αὐτοῦ εἴκοσιν ἄνδρες. καὶ ἐποίησε Δαυὶδ τῷ ᾿Αβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετ᾿ αὐτοῦ πότον. 21 καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς Δαυίδ· ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα ᾿Ισραὴλ καὶ διαθήσομαι μετ᾿ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλε Δαυὶδ τὸν ᾿Αβεννήρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ. 22 καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ ᾿Ιωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθ᾿ ἑαυτῶν· καὶ ᾿Αβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ. 23 καὶ ᾿Ιωὰβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ ᾿Ιωὰβ λέγοντες· ἥκει ᾿Αβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυίδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ. 24 καὶ εἰσῆλθεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπε· τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν ᾿Αβεννὴρ πρὸς σέ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ; 25 ἦ οὐκ οἶδας τὴν κακίαν ᾿Αβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς; 26 καὶ ἀνέστρεψεν ᾿Ιωὰβ ἀπὸ τοῦ Δαυὶδ καὶ ἀπέστειλεν ἀγγέλους πρὸς ᾿Αβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειράμ· καὶ Δαυὶδ οὐκ ᾔδει. 27 καὶ ἐπέστρεψε τὸν ᾿Αβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν ᾿Ιωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἱματι ᾿Ασαὴλ τοῦ ἀδελφοῦ ᾿Ιωάβ.
28 Καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα καὶ εἶπεν· ἀθῶός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων ᾿Αβεννὴρ υἱοῦ Νήρ· 29 καταντησάτωσαν ἐπὶ κεφαλὴν ᾿Ιωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου ᾿Ιωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ρομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις. 30 ᾿Ιωὰβ δὲ καὶ ᾿Αβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν ᾿Αβεννὴρ ἀνθ᾿ ὧν ἐθανάτωσε τὸν ᾿Ασαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαών, ἐν τῷ πολέμῳ. 31 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ιωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ· διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν ᾿Αβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης. 32 καὶ θάπτουσι τὸν ᾿Αβεννὴρ ἐν Χεβρών· καὶ ᾖρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς ὁ λαὸς ἐπὶ ᾿Αβεννήρ. 33 καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ ᾿Αβεννὴρ καὶ εἶπεν· εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται ᾿Αβεννήρ; 34 αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν. 35 καὶ ἦλθε πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσε Δαυὶδ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος. 36 καὶ ἔγνω πᾶς ὁ λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ. 37 καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν ᾿Αβεννὴρ υἱὸν Νήρ. 38 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ· οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ ᾿Ισραήλ; 39 καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουΐας σκληρότεροί μού εἰσιν· ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.
Κεφάλαιο 4
ΚΑΙ ἤκουσεν ᾿Ιεβοσθὲ υἱὸς Σαοὺλ ὅτι τέθνηκεν ᾿Αβεννὴρ υἱὸς Νὴρ ἐν Χεβρών, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες ᾿Ισραὴλ παρείθησαν. 2 καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ ᾿Ιεβοσθὲ υἱῷ Σαούλ, ὄνομα τῷ ἑνὶ Βαανὰ καὶ ὄνομα τῷ δευτέρῳ Ρηχάβ, υἱοὶ Ρεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμίν· ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμίν, 3 καὶ ἀπέδρασαν οἱ Βηθωραῖοι εἰς Γεθθαὶμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης. 4 καὶ τῷ ᾿Ιωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας· υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ ᾿Ιεζραήλ, καὶ ᾖρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγε, καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσε καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθέ. 5 καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμὼν τοῦ Βηρωθαίου Ρεκχὰ καὶ Βαανὰ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον ᾿Ιεβοσθέ. καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας, 6 καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρε πυροὺς καὶ ἐνύσταξε καὶ ἐκάθευδε, καὶ Ρεκχὰ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον 7 καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ ᾿Ιεβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσι καὶ ἀφαιροῦσι τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα. 8 καὶ ἤνεγκαν τὴν κεφαλὴν ᾿Ιεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν πρὸς τὸν βασιλέα· ἰδοὺ ἡ κεφαλὴ ᾿Ιεβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκε Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ. 9 καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ρεκχὰ καὶ τῷ Βαανὰ ἀδελφῷ αὐτοῦ υἱοῖς Ρεμμὼν τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς· ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, 10 ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκε Σαούλ, καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα αὐτὸν ἐν Σεκελάκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια. 11 καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολοθρεύσω ὑμᾶς ἐκ τῆς γῆς. 12 καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτείνουσιν αὐτοὺς καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών· καὶ τὴν κεφαλὴν ᾿Ιεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ ᾿Αβεννὴρ υἱοῦ Νήρ.
Κεφάλαιο 5
ΚΑΙ παραγίνονται πᾶσαι αἱ φυλαὶ ᾿Ισραὴλ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν αὐτῷ· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς· 2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφ᾿ ἡμῖν, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν ᾿Ισραήλ, καὶ εἶπε Κύριος πρὸς σέ· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν ᾿Ισραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ. 3 καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι ᾿Ισραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα ᾿Ισραήλ. 4 υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν, 5 ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν ᾿Ιούδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα ᾿Ισραὴλ καὶ ᾿Ιούδαν ἐν ῾Ιερουσαλήμ.
6 Καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς ῾Ιερουσαλὴμ πρὸς τὸν ᾿Ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. καὶ ἐρρέθη τῷ Δαυίδ· οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε. 7 καὶ κατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις τοῦ Δαυίδ). 8 καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ· πᾶς τύπτων ᾿Ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ· διὰ τοῦτο ἐροῦσι· τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου. 9 καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυίδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ. 10 καὶ διεπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ. 11 καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καί τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ. 12 καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ ὅτι ἐπῄρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ᾿Ισραήλ. 13 καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ ῾Ιερουσαλὴμ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών, καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. 14 καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμμοὺς καὶ Σωβὰβ καὶ Νάθαν καὶ Σαλωμὼν 15 καὶ ᾿Εβεὰρ καὶ ᾿Ελισοὺς καὶ Ναφὲκ καὶ ᾿Ιεφιὲς 16 καὶ ᾿Ελισαμὰ καὶ ᾿Ελιδαὲ καὶ ᾿Ελιφαλάθ, Σαμαέ, ᾿Ιεσσιβάθ, Νάθαν, Γαλαμαάν, ᾿Ιεβαάρ, Θεησοῦς, ᾿Ελιφαλάτ, Ναγέδ, Ναφέκ, ᾿Ιωνάθαν, Λεασαμύς, Βααλιμάθ, ᾿Ελιφαάθ.
17 Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ ᾿Ισραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ κατέβη εἰς τὴν περιοχήν. 18 καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων 19 καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου λέγων· εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυίδ· ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου. 20 καὶ ἦλθε Δαυὶδ ἐκ τῶν ἐπάνωδιακοπῶν καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπε Δαυίδ· διέκοψε Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ, ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, ᾿Επάνω διακοπῶν. 21 καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ. 22 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων. 23 καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου καὶ εἶπε Κύριος· οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ Κλαυθμῶνος· 24 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ Κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων. 25 καὶ ἐποίησε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπό Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.
Κεφάλαιο 6
ΚΑΙ συνήγαγεν ἔτι Δαυὶδ πάντα νεανίαν ἐξ ᾿Ισραήλ, ὡς ἑβδομήκοντα χιλιάδας. 2 καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ ἀπὸ τῶν ἀρχόντων ᾿Ιούδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ, ἐφ᾿ ἣν ἐπεκλήθη τὸ ὄνομα τοῦ Κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν Χερουβὶν ἐπ᾿ αὐτῆς. 3 καὶ ἐπεβίβασαν τὴν κιβωτὸν Κυρίου ἐφ᾿ ἅμαξαν καινὴν καὶ ᾖραν αὐτὴν ἐξ οἴκου ᾿Αμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ ᾿Οζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ ᾿Αμιναδὰβ ἦγον τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ, 4 καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ. 5 καὶ Δαυὶδ καὶ υἱοὶ ᾿Ισραὴλ παίζοντες ἐνώπιον Κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ, καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς. 6 καὶ παραγίνονται ἕως ἅλω Ναχών, καὶ ἐξέτεινεν ᾿Οζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος. 7 καὶ ἐθυμώθη ὀργῇ Κύριος τῷ ᾿Οζά, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ Θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ. 8 καὶ ἠθύμησε Δαυὶδ ὑπὲρ οὗ διέκοψε Κύριος διακοπὴν ἐν τῷ ᾿Οζά· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος Διακοπὴ ᾿Οζὰ ἕως τῆς ἡμέρας ταύτης. 9 καὶ ἐφοβήθη Δαυὶδ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς Κυρίου; 10 καὶ οὐκ ἐβούλετο Δαυὶδ τοῦ ἐκκλῖναι πρὸς αὐτὸν τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὴν πόλιν Δαυίδ, καὶ ἀπέκλινεν αὐτὴν Δαυὶδ εἰς οἶκον ᾿Αβεδδαρὰ τοῦ Γεθθαίου. 11 καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Κυρίου εἰς οἶκον ᾿Αβεδδαρὰ τοῦ Γεθθαίου μῆνας τρεῖς· καὶ εὐλόγησε Κύριος ὅλον τὸν οἶκον ᾿Αβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ. 12 καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυὶδ λέγοντες· εὐλόγησε Κύριος τὸν οἶκον ᾿Αβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ ἕνεκα τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἐπορεύθη Δαυὶδ καὶ ἀνήγαγε τὴν κιβωτὸν τοῦ Κυρίου ἐκ τοῦ οἴκου ᾿Αβεδδαρὰ εἰς τὴν πόλιν Δαυὶδ ἐν εὐφροσύνῃ. 13 καὶ ἦσαν μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνες. 14 καὶ Δαυὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου, καὶ ὁ Δαυὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον. 15 καὶ Δαυὶδ καὶ πᾶς ὁ οἶκος ᾿Ισραὴλ ἀνήγαγον τὴν κιβωτὸν Κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος. 16 καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυὶδ καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ διέκυπτε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον Κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς. 17 καὶ φέρουσι τὴν κιβωτὸν τοῦ Κυρίου καὶ ἀνέθησαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυίδ· καὶ ἀνήνεγκε Δαυὶδ ὁλοκαυτώματα ἐνώπιον Κυρίου καὶ εἰρηνικάς. 18 καὶ συνετέλεσε Δαυὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων. 19 καὶ διεμέρισε παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ ᾿Ισραὴλ ἀπὸ Δὰν ἕως Βηρσαβεὲ καὶ ἀπό ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου· καὶ ἀπῆλθε πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. 20 καὶ ἐπέστρεψε Δαυὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ, καὶ ἐξῆλθε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυὶδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπε· τί δεδόξασται σήμερον ὁ βασιλεὺς ᾿Ισραήλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων; 21 καὶ εἶπε Δαυὶδ πρὸς Μελχόλ· ἐνώπιον Κυρίου ὀρχήσομαι· εὐλογητὸς Κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν ᾿Ισραήλ· καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον Κυρίου 22 καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με μὴ δοξασθῆναι. 23 καὶ τῇ Μελχὸλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν.
Κεφάλαιο 7
ΚΑΙ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ, 2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Νάθαν τὸν προφήτην· ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς. 3 καὶ εἶπε Νάθαν πρὸς τὸν βασιλέα· πάντα, ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ. 4 καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Νάθαν λέγων· 5 πορεύου, καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυίδ· τάδε λέγει Κύριος· οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με· 6 ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ᾿ ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς ᾿Ισραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ, 7 ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ ᾿Ισραήλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ ᾿Ισραήλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου ᾿Ισραὴλ λέγων· ἱνατί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; 8 καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυίδ· τάδε λέγει Κύριος παντοκράτωρ· ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν ᾿Ισραὴλ 9 καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύου, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. 10 καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ ᾿Ισραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾿ ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ᾿ ἀρχῆς, 11 ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι Κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ. 12 καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· 13 αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. 14 ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ράβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων· 15 τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾿ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ᾿ ὧν ἀπέστησα ἐκ προσώπου μου. 16 καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου. καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα. 17 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ. 18 καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυὶδ καὶ ἐκάθισεν ἐνώπιον Κυρίου καὶ εἶπε· τίς εἰμι ἐγώ, Κύριέ μου Κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως τούτων; 19 καὶ κατεσμικρύνθην μικρὸν ἐνώπιόν σου, Κύριέ μου Κύριε. καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου Κύριε. 20 καὶ τί προσθήσει Δαυὶδ ἔτι τοῦ λαλῆσαι πρός σε; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, Κύριέ μου Κύριε. 21 διὰ τὸν λόγον σου πεποίηκας, καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου 22 ἕνεκεν τοῦ μεγαλῦναί σε, Κύριέ μου Κύριε, ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ ἐν πᾶσιν, οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν. 23 καὶ τίς ὡς ὁ λαός σου ᾿Ισραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαόν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὓς ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα; 24 καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου ᾿Ισραὴλ εἰς λαὸν ἕως αἰῶνος, καὶ σύ, Κύριε, ἐγένου αὐτοῖς εἰς Θεόν. 25 καὶ νῦν, Κύριέ μου Κύριε, τὸ ρῆμα, ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως τοῦ αἰῶνος, Κύριε παντοκράτωρ Θεὲ τοῦ ᾿Ισραήλ· καὶ νῦν καθὼς ἐλάλησας, 26 μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος. 27 Κύριε παντοκράτωρ Θεὸς ᾿Ισραήλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου, λέγων· οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρός σε τὴν προσευχὴν ταύτην. 28 καὶ νῦν, Κύριέ μου Κύριε, σὺ εἶ ὁ Θεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα· 29 καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου, ὅτι σύ, Κύριέ μου Κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα.
Κεφάλαιο 8
ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβε Δαυὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων. 2 καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε, καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια. 3 καὶ ἐπάταξε Δαυὶδ τὸν ᾿Αδρααζὰρ υἱὸν Ραάβ, βασιλέα Σουβά, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπί τὸν ποταμὸν Εὐφράτην. 4 καὶ προκατελάβετο Δαυὶδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτά χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα. 5 καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ ᾿Αδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. 6 καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια. καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. 7 καὶ ἔλαβε Δαυὶδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν ᾿Αδρααζὰρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς ῾Ιερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς ῾Ιερουσαλὴμ ἐν ἡμέραις Ροβοὰμ υἱοῦ Σολομῶντος. 8 καὶ ἐκ τῆς Μασβὰκ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ ᾿Αδρααζὰρ ἔλαβεν ὁ βασιλεὺς Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησε Σολομῶν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη. 9 καὶ ἤκουσε Θοοὺ ὁ βασιλεὺς ῾Ημὰθ ὅτι ἐπάταξε Δαυὶδ πᾶσαν τὴν δύναμιν ᾿Αδρααζάρ, 10 καὶ ἀπέστειλε Θοοὺ ᾿Ιεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν ᾿Αδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀντικείμενος ἦν τῷ ᾿Αδρααζάρ, καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ. 11 καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου, οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων, ὧν κατεδυνάστευσεν, 12 ἐκ τῆς ᾿Ιδουμαίας καὶ ἐκ τῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν ᾿Αμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ ᾿Αμαλὴκ καὶ ἐκ τῶν σκύλων ᾿Αδρααζὰρ υἱοῦ Ραὰβ βασιλέως Σουβά. 13 καὶ ἐποίησε Δαυὶδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξε τὴν ᾿Ιδουμαίαν ἐν Γεβελὲμ εἰς ὀκτωκαίδεκα χιλιάδας. 14 καὶ ἔθετο ἐν τῇ ᾿Ιδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ ᾿Ιδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ ᾿Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. 15 καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα ᾿Ισραήλ. καὶ ἦν Δαυὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. 16 καὶ ᾿Ιωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιὰδ ἐπὶ τῶν ὑπομνημάτων, 17 καὶ Σαδοὺκ υἱὸς ᾿Αχιτὼβ καὶ ᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ ἱερεῖς, καὶ ᾿Ασὰ ὁ γραμματεύς, 18 καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ σύμβουλος, καὶ ὁ Χελεθθὶ καὶ ὁ Φελεττί· καὶ οἱ υἱοὶ Δαυὶδ αὐλάρχαι ἦσαν.
Κεφάλαιο 9
ΚΑΙ εἶπε Δαυίδ· εἰ ἔστιν ἔτι ὑπολελειμμένος ἐν τῷ οἴκῳ Σαοὺλ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος ἕνεκεν ᾿Ιωνάθαν; 2 καὶ ἐκ τοῦ οἴκου Σαοὺλ ἦν παῖς, καὶ ὄνομα αὐτῷ Σιβά, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυίδ· καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς· σὺ εἶ Σιβά; καὶ εἶπεν· ἐγὼ δοῦλος σός. 3 καὶ εἶπεν ὁ βασιλεύς· εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος Θεοῦ; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἔτι ἐστίν υἱὸς τῷ ᾿Ιωνάθαν πεπληγὼς τοὺς πόδας. 4 καὶ εἶπεν ὁ βασιλεύς· ποῦ οὗτος; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἰδοὺ ἐν οἴκῳ Μαχὶρ υἱοῦ ᾿Αμιὴλ ἐκ τῆς Λαδάβαρ. 5 καὶ ἀπέστειλεν ὁ βασιλεύς Δαυὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχὶρ υἱοῦ ᾿Αμιὴλ ἐκ τῆς Λαδάβαρ. 6 καὶ παραγίνεται Μεμφιβοσθὲ υἱὸς ᾿Ιωνάθαν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυίδ·Μεμφιβοσθέ· καὶ εἶπεν· ἰδοὺ ὁ δοῦλός σου. 7 καὶ εἶπεν αὐτῷ Δαυίδ· μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ ᾿Ιωνάθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φαγῇ ἄρτον ἐπὶ τῆς τραπέζης μου διαπαντός. 8 καὶ προσεκύνησε Μεμφιβοσθέ καὶ εἶπε· τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί; 9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπε πρὸς αὐτόν· πάντα ὅσα ἐστὶ τῷ Σαοὺλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου· 10 καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς· καὶ Μεμφιβοσθὲ υἱὸς τοῦ κυρίου σου φάγεται διαπαντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. (καὶ τῷ Σιβὰ ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι). 11 καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· κατὰ πάντα, ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτω ποιήσει ὁ δοῦλός σου· καὶ Μεμφιβοσθὲ ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως. 12 καὶ τῷ Μεμφιβοσθὲ υἱὸς μικρὸς ἦν, καὶ ὄνομα αὐτῷ Μιχά. καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβὰ δοῦλοι τοῦ Μεμφιβοσθέ. 13 καὶ Μεμφιβοσθὲ κατῴκει ἐν ῾Ιερουσαλήμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως αὐτὸς διαπαντὸς ἤσθιε· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.
Κεφάλαιο 10
ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανε βασιλεὺς υἱῶν ᾿Αμμών, καὶ ἐβασίλευσεν ᾿Αννὼν υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. 2 καὶ εἶπε Δαυίδ· ποιήσω ἔλεος μετὰ ᾿Αννὼν υἱοῦ Ναάς, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ’ αὐτοῦ ἔλεος· καὶ ἀπέστειλε Δαυὶδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παῖδες Δαυὶδ εἰς τὴν γῆν υἱῶν ᾿Αμμών. 3 καὶ εἶπον οἱ ἄρχοντες υἱῶν ᾿Αμμὼν πρὸς ᾿Αννὼν τὸν κύριον αὐτῶν· μὴ παρὰ τὸ δοξάζειν Δαυὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέ σοι παρακαλοῦντας; ἀλλ’ οὐχὶ ὅπως ἐρευνήσωσι τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλε Δαυὶδ τοὺς παῖδας αὐτοῦ πρός σε; 4 καὶ ἔλαβεν ᾿Αννὼν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησε τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψε τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς. 5 καὶ ἀπήγγειλαν τῷ Δαυὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς· καθίσατε ἐν ῾Ιεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε. 6 καὶ εἶδον οἱ υἱοὶ ᾿Αμμών, ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυίδ, καὶ ἀπέστειλαν οἱ υἱοὶ ᾿Αμμὼν καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθραὰμ καὶ τὴν Συρίαν Σουβά, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μααχά, χιλίους ἄνδρας, καὶ ᾿Ιστώβ, δώδεκα χιλιάδας ἀνδρῶν. 7 καὶ ἤκουσε Δαυίδ, καὶ ἀπέστειλε τὸν ᾿Ιωὰβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς. 8 καὶ ἐξῆλθον οἱ υἱοὶ ᾿Αμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σουβὰ καὶ Ροὼβ καὶ ᾿Ιστὼβ καὶ Μααχὰ μόνοι ἐν ἀγρῷ. 9 καὶ εἶδεν ᾿Ιωὰβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ πρόσωπον ἐξεναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπελέξατο ἐκ πάντων τῶν νεανιῶν ᾿Ισραήλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας. 10 καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ ᾿Αβεσσὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν ᾿Αμμών. 11 καὶ εἶπεν· ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν, καὶ ἐὰν κραταιωθῶσιν υἱοὶ ᾿Αμμὼν ὑπὲρ σέ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε· 12 ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ. 13 καὶ προσῆλθεν ᾿Ιωὰβ καὶ ὁ λαὸς αὐτοῦ μετ’ αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ. 14 καὶ οἱ υἱοὶ ᾿Αμμὼν εἶδαν ὅτι ἔφυγε Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου ᾿Αβεσσὰ καὶ εἰσῆλθον εἰς τὴν πόλιν. καὶ ἀνέστρεψεν ᾿Ιωὰβ ἀπὸ τῶν υἱῶν ᾿Αμμὼν καὶ παρεγένετο εἰς ῾Ιερουσαλήμ. 15 καὶ εἶδε Συρία ὅτι ἔπταισεν ἔμπροσθεν ᾿Ισραήλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό. 16 καὶ ἀπέστειλεν ᾿Αδρααζὰρ καὶ συνήγαγε τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμάκ, καὶ παρεγένοντο εἰς Αἰλάμ, καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως ᾿Αδρααζὰρ ἔμπροσθεν αὐτῶν. 17 καὶ ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα ᾿Ισραὴλ καὶ διέβη τὸν ᾿Ιορδάνην καὶ παρεγένετο εἰς Αἰλάμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυίδ, καὶ ἐπολέμησαν μετ’ αὐτοῦ. 18 καὶ ἔφυγε Συρία ἀπὸ προσώπου ᾿Ισραήλ, καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων· καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ. 19 καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι ᾿Αδρααζὰρ ὅτι ἔπταισαν ἔμπροσθεν ᾿Ισραήλ, καὶ ηὐτομόλησαν μετὰ ᾿Ισραὴλ καὶ ἐδούλευσαν αὐτοῖς. καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς ᾿Αμμών.
Κεφάλαιο 11
ΚΑΙ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν ᾿Ιωὰβ καὶ τοὺς παῖδας αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸν πάντα ᾿Ισραήλ, καὶ διέφθειραν τοὺς υἱοὺς ᾿Αμμὼν καὶ διεκάθισαν ἐπὶ Ραββάθ· καὶ Δαυὶδ ἐκάθισεν ἐν ῾Ιερουσαλήμ. 2 καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. 3 καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐζήτησε τὴν γυναῖκα καὶ εἶπεν· οὐχὶ αὕτη Βηρσαβεὲ θυγάτηρ ᾿Ελιὰβ γυνὴ Οὐρίου τοῦ Χετταίου; 4 καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐκοιμήθη μετ’ αὐτῆς, καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς, καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 5 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλε τῷ Δαυὶδ καὶ εἶπεν· ἐγώ εἰμι ἐν γαστρὶ ἔχω. 6 καὶ ἀπέστειλε Δαυὶδ πρὸς ᾿Ιωὰβ λέγων· ἀπόστειλον πρός με τὸν Οὐρίαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν ᾿Ιωὰβ τὸν Οὐρίαν πρὸς Δαυίδ. 7 καὶ παραγίνεται Οὐρίας καὶ εἰσῆλθε πρὸς αὐτόν, καὶ ἐπηρώτησε Δαυὶδ εἰς εἰρήνην ᾿Ιωὰβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου. 8 καὶ εἶπε Δαυὶδ τῷ Οὐρίᾳ· κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Οὐρίας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως. 9 καὶ ἐκοιμήθη Οὐρίας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ. 10 καὶ ἀνήγγειλαν τῷ Δαυὶδ λέγοντες, ὅτι οὐ κατέβη Οὐρίας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν· οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου; 11 καὶ εἶπεν Οὐρίας πρὸς Δαυίδ· ἡ κιβωτὸς καὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου ᾿Ιωὰβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσι· καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου τοῦ φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ρῆμα τοῦτο. 12 καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν· κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε. καὶ ἐκάθισεν Οὐρίας ἐν ῾Ιερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον. 13 καὶ ἐκάλεσεν αὐτὸν Δαυίδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιε καὶ ἐμέθυσεν αὐτόν· καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη. 14 καὶ ἐγένετο πρωΐ καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς ᾿Ιωὰβ καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου. 15 καὶ ἔγραψεν ἐν βιβλίῳ λέγων· εἰσάγαγε τὸν Οὐρίαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται. 16 καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν ᾿Ιωὰβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ. 17 καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ ᾿Ιωάβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυίδ, καὶ ἀπέθανε καί γε Οὐρίας ὁ Χετταῖος. 18 καὶ ἀπέστειλεν ᾿Ιωὰβ καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα 19 καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων· ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα 20 καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως, καὶ εἴπῃ σοι· τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους; 21 τίς ἐπάταξε τὸν ᾿Αβιμέλεχ υἱὸν ῾Ιεροβάαλ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔρριψε κλάσμα μύλου ἐπ’ αὐτὸν ἀπὸ ἄνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς· καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε. 22 καὶ ἐπορεύθη ὁ ἄγγελος ᾿Ιωὰβ πρὸς τὸν βασιλέα εἰς ῾Ιερουσαλήμ, καὶ παρεγένετο καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ ᾿Ιωὰβ πάντα τὰ ρήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυὶδ πρὸς ᾿Ιωὰβ καὶ εἶπε πρὸς τὸν ἄγγελον· ἱνατί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξε τὸν ᾿Αβιμέλεχ υἱὸν ῾Ιεροβάαλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ’ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; 23 καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυὶδ ὅτι ἐκραταίωσαν ἐφ’ ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ᾿ ἡμᾶς εἰς τὸν ἀγρόν, καὶ ἐγενήθημεν ἐπ’ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης, 24 καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθανον τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλος σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε. 25 καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἄγγελον· τάδε ἐρεῖς πρὸς ᾿Ιωάβ· μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ρῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου εἰς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτήν. 26 καὶ ἤκουσεν ἡ γυνὴ Οὐρίου ὅτι ἀπέθανεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς. 27 καὶ διῆλθε τὸ πένθος καὶ ἀπέστειλε Δαυίδ, καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱόν. καὶ πονηρὸν ἐφάνη τὸ ρῆμα, ὃ ἐποίησε Δαυίδ, ἐν ὀφθαλμοῖς Κυρίου.
Κεφάλαιο 12
ΚΑΙ ἀπέστειλε Κύριος τὸν Νάθαν τὸν προφήτην πρὸς Δαυίδ, καὶ εἰσῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος, καὶ εἷς πένης· 2 καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα, 3 καὶ τῷ πένητι οὐδὲν ἀλλ’ ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποίησατο καὶ ἐξέθρεψεν αὐτὴν καὶ ἡδρύνθη μετ’ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε καὶ ἦν αὐτῷ ὡς θυγάτηρ· 4 καὶ ἦλθε πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ τῷ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν. 5 καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν· ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο 6 καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα, ἀνθ’ ὧν ὅτι ἐποίησε τὸ ρῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο. 7 καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαοὺλ 8 καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον ᾿Ισραὴλ καὶ ᾿Ιούδα· καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι κατὰ ταῦτα. 9 τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ρομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ρομφαίᾳ υἱῶν ᾿Αμμών. 10 καὶ νῦν οὐκ ἀποστήσεται ρομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ’ ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρίου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα. 11 τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήψομαι τὰς γυναῖκάς σου κατ’ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου· 12 ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ρῆμα τοῦτο ἐναντίον παντὸς ᾿Ισραὴλ καὶ ἀπέναντι τοῦ ἡλίου τούτου. 13 καὶ εἶπε Δαυὶδ τῷ Νάθαν· ἡμάρτηκα τῷ Κυρίῳ. καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς· 14 πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ρήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται. 15 καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἔθραυσε Κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυίδ, καὶ ἠρρώστησε. 16 καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς. 17 καὶ ἀνέστησαν ἐπ’ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον. 18 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυὶδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκε τὸ παιδάριον, ὅτι εἶπαν· ἰδοὺ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσε τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκε τὸ παιδάριον; καὶ ποιήσει κακά. 19 καὶ συνῆκε Δαυὶδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσι, καὶ ἐνόησε Δαυὶδ ὅτι τέθνηκε τὸ παιδάριον· καὶ εἶπε Δαυὶδ πρὸς τοὺς παῖδας αὐτοῦ· εἰ τέθνηκε τὸ παιδάριον; καὶ εἶπαν· τέθνηκε. 20 καὶ ἀνέστη Δαυὶδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξε τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγε. 21 καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· τί τὸ ρῆμα τοῦτο, ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου; ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανε τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας; 22 καὶ εἶπε Δαυίδ· ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα· τίς οἶδεν εἰ ἐλεήσει με Κύριος καὶ ζήσεται τὸ παιδάριον; 23 καὶ νῦν τέθνηκεν· ἱνατί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με. 24 καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς καὶ συνέλαβε καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμών, καὶ Κύριος ἠγάπησεν αὐτόν. 25 καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιεδεδί, ἕνεκεν Κυρίου.
26 Καὶ ἐπολέμησεν ᾿Ιωὰβ ἐν Ραββὰθ υἱῶν ᾿Αμμὼν καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας. 27 καὶ ἀπέστειλεν ᾿Ιωὰβ ἀγγέλους πρὸς Δαυὶδ καὶ εἶπεν· ἐπολέμησα ἐν Ραββὰθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων· 28 καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ’ αὐτήν. 29 καὶ συνήγαγε Δαυὶδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββὰθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν. 30 καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυίδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα. 31 καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ ὑποτομεῦσι σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν ᾿Αμμών. καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς εἰς ῾Ιερουσαλήμ.
Κεφάλαιο 13
ΚΑΙ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ ᾿Αβεσσαλὼμ υἱῷ Δαυὶδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὄνομα αὐτῇ Θημάρ, καὶ ἠγάπησεν αὐτὴν ᾿Αμνὼν υἱὸς Δαυίδ. 2 καὶ ἐθλίβετο ᾿Αμνὼν ὥστε ἀρρωστεῖν διὰ Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ, ὅτι παρθένος ἦν αὕτη, καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς ᾿Αμνὼν τοῦ ποιῆσαί τι αὐτῇ. 3 καὶ ἦν τῷ ᾿Αμνὼν ἑταῖρος, καὶ ὄνομα αὐτῷ ᾿Ιωναδάβ, υἱὸς Σαμαὰ τοῦ ἀδελφοῦ Δαυίδ· καὶ ᾿Ιωναδὰβ ἀνὴρ σοφὸς σφόδρα. 4 καὶ εἶπεν αὐτῷ· τί σοι ὅτι σὺ οὕτως ἀσθενής, υἱὲ τοῦ βασιλέως, τὸ πρωΐ πρωΐ; οὐκ ἀπαγγέλλεις μοι; καὶ εἶπεν αὐτῷ ᾿Αμνών· Θημὰρ τὴν ἀδελφὴν ᾿Αβεσσαλὼμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ. 5 καὶ εἶπεν αὐτῷ ᾿Ιωναδάβ· κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτόν· ἐλθέτω δὴ Θημὰρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ’ ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς. 6 καὶ ἐκοιμήθη ᾿Αμνὼν καὶ ἠρρώστησε, καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν, καὶ εἶπεν ᾿Αμνὼν πρὸς τὸν βασιλέα· ἐλθέτω δὴ Θημὰρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας, καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς. 7 καὶ ἀπέστειλε Δαυὶδ πρὸς Θημὰρ εἰς τὸν οἶκον λέγων· πορεύθητι δὴ εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα. 8 καὶ ἐπορεύθη Θημὰρ εἰς τὸν οἶκον ᾿Αμνὼν ἀδελφοῦ αὐτῆς, καὶ αὐτὸς κοιμώμενος. καὶ ἔλαβε τὸ σταῖς καὶ ἐφύρασε καὶ ἐκολλύρισε κατ’ ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησε τὰς κολλυρίδας· 9 καὶ ἔλαβε τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἠθέλησε φαγεῖν. καὶ εἶπεν ᾿Αμνών· ἐξαγάγετε πάντα ἄνδρα ἀπὸ ἐπάνωθέν μου· καὶ ἐξήγαγον πάντα ἄνδρα ἐπάνωθεν αὐτοῦ. 10 καὶ εἶπεν ᾿Αμνὼν πρὸς Θημάρ· εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμιεῖον, καὶ φάγομαι ἐκ τῆς χειρός σου. καὶ ἔλαβε Θημὰρ τὰς κολλυρίδας, ἃς ἐποίησε, καὶ εἰσήνεγκε τῷ ᾿Αμνὼν ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα 11 καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν, καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ· δεῦρο κοιμήθητι μετ’ ἐμοῦ, ἀδελφή μου. 12 καὶ εἶπεν αὐτῷ· μή, ἀδελφέ μου· μὴ ταπεινώσῃς με, διότι οὐ ποιηθήσεται οὕτως ἐν ᾿Ισραήλ, μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην· 13 καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου; καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν ᾿Ισραήλ· καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα, ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ. 14 καὶ οὐκ ἠθέλησεν ᾿Αμνὼν τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς. 15 καὶ ἐμίσησεν αὐτὴν ᾿Αμνὼν μῖσος μέγα σφόδρα, ὅτι μέγα τὸ μῖσος, ὃ ἐμίσησεν αὐτὴν ὑπὲρ τὴν ἀγάπην, ἣν ἠγάπησεν αὐτήν. καὶ εἶπεν αὐτῇ ᾿Αμνών· ἀνάστηθι καὶ πορεύου. 16 καὶ εἶπεν αὐτῷ Θημάρ· μή, ἀδελφέ, ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, ἣν ἐποίησας μετ’ ἐμοῦ τοῦ ἐξαποστεῖλαί με. καὶ οὐκ ἠθέλησεν ᾿Αμνὼν ἀκοῦσαι τῆς φωνῆς αὐτῆς. 17 καὶ ἐκάλεσε τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου καὶ εἶπεν αὐτῷ· ἐξαποστείλατε δὴ ταύτην ἀπ’ ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς. 18 καὶ ἐπ’ αὐτῆς ἦν χιτὼν καρπωτός, ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν· καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισε τὴν θύραν ὀπίσω αὐτῆς. 19 καὶ ἔλαβε Θημὰρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ’ αὐτῆς διέρρηξε καὶ ἐπέθηκε τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα. 20 καὶ εἶπε πρὸς αὐτὴν ᾿Αβεσσαλὼμ ὁ ἀδελφὸς αὐτῆς· μὴ ᾿Αμνὼν ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ; καὶ νῦν, ἀδελφή μου, κώφευσον, ὅτι ἀδελφός σού ἐστι· μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι τὸ ρῆμα τοῦτο. καὶ ἐκάθισε Θημὰρ χηρεύουσα ἐν τῷ οἴκῳ ᾿Αβεσσαλὼμ τοῦ ἀδελφοῦ αὐτῆς. 21 καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυὶδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα· καὶ οὐκ ἐλύπησε τὸ πνεῦμα ᾿Αμνὼν τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἠγάπα αὐτόν, ὅτι πρωτότοκος αὐτοῦ ἦν. 22 καὶ οὐκ ἐλάλησεν ᾿Αβεσσαλὼμ μετὰ ᾿Αμνὼν ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ,ὅτι ἐμίσει ᾿Αβεσσαλὼμ τὸν ᾿Αμνὼν ἐπὶ λόγου, οὗ ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ.
23 Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ ᾿Αβεσσαλὼμ ἐν Βελασὼρ τῇ ἐχόμενα ᾿Εφραίμ, καὶ ἐκάλεσεν ᾿Αβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως. 24 καὶ ἦλθεν ᾿Αβεσσαλὼμ πρὸς τὸν βασιλέα καὶ εἶπεν· ἰδοὺ δὴ κείρουσι τῷ δούλῳ σου, πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου. 25 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Αβεσσαλώμ· μὴ δή, υἱέ μου, μὴ πορευθῶμεν πάντες ἡμεῖς, καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ. καὶ ἐβιάσατο αὐτόν, καὶ οὐκ ἠθέλησε τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν. 26 καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς αὐτόν· καὶ εἰ μή, πορευθήτω δὴ μεθ’ ἡμῶν ᾿Αμνὼν ὁ ἀδελφός μου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἱνατί πορευθῇ μετὰ σοῦ; 27 καὶ ἐβιάσατο αὐτὸν ᾿Αβεσσαλώμ, καὶ ἀπέστειλε μετ’ αὐτοῦ τὸν ᾿Αμνὼν καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως. καὶ ἐποίησεν ᾿Αβεσσαλὼμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως. 28 καὶ ἐνετείλατο ᾿Αβεσσαλὼμ τοῖς παιδαρίοις αὐτοῦ λέγων· ἴδετε ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία ᾿Αμνὼν ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς· πατάξατε τὸν ᾿Αμνών, καὶ θανατώσατε αὐτόν· μὴ φοβηθῆτε, ὅτι οὐχὶ ἐγώ εἰμι ὁ ἐντελλόμενος ὑμῖν; ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως. 29 καί ἐποίησαν τὰ παιδάρια ᾿Αβεσσαλὼμ τῷ ᾿Αμνὼν καθὰ ἐνετείλατο αὐτοῖς ᾿Αβεσσαλώμ. καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν. 30 καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῷ ὁδῷ καὶ ἡ ἀκοὴ ἦλθε πρὸς Δαυὶδ λέγων· ἐπάταξεν ᾿Αβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. 31 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν, καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. 32 καὶ ἀπεκρίθη ᾿Ιωναδὰβ υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυὶδ καὶ εἶπε· μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν, ὅτι ᾿Αμνὼν μονώτατος ἀπέθανεν· ὅτι ἐπὶ στόματος ᾿Αβεσσαλὼμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας, ἧς ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ· 33 καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ρῆμα λέγων· πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθανον, ὅτι ἀλλ’ ἢ ᾿Αμνὼν μονώτατος ἀπέθανε. 34 καὶ ἀπέδρα ᾿Αβεσσαλώμ. καὶ ᾖρε τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει· καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ καὶ εἶπεν· ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς ῾Ωρωνῆν ἐκ μέρους τοῦ ὄρους. 35 καὶ εἶπεν ᾿Ιωναδὰβ πρὸς τὸν βασιλέα· ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισι· κατὰ τὸν λόγον τοῦ δούλου σου, οὕτως ἐγένετο. 36 καὶ ἐγένετο ἡνίκα συνετέλεσε λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν, καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα. 37 καὶ ᾿Αβεσσαλὼμ ἔφυγε καὶ ἐπορεύθη πρὸς Θολμὶ υἱὸν ᾿Εμιοὺδ βασιλέα Γεδσοὺρ εἰς γῆν Μαχάδ. καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυὶδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας. 38 καὶ ᾿Αβεσσαλὼμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἦν ἐκεῖ ἔτη τρία. 39 καὶ ἐκόπασε τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελθεῖν ὀπίσω ᾿Αβεσσαλώμ, ὅτι παρεκλήθη ἐπὶ ᾿Αμνὼν ὅτι ἀπέθανε.
Κεφάλαιο 14
ΚΑΙ ἔγνω ᾿Ιωὰβ υἱὸς Σαρουΐας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ ᾿Αβεσσαλώμ. 2 καὶ ἀπέστειλεν ᾿Ιωὰβ εἰς Θεκωέ, καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπε πρὸς αὐτήν· πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς 3 καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ρῆμα τοῦτο· καὶ ἔθηκεν ᾿Ιωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς. 4 καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπε· σῶσον, βασιλεῦ, σῶσον. 5 καὶ εἶπε πρὸς αὐτὴν ὁ βασιλεύς· τί ἐστί σοι; ἡ δὲ εἶπε· καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέθανεν ὁ ἀνήρ μου. 6 καί γε τῇ δούλῃ σου δύο υἱοί, καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν, καὶ ἔπαισεν ὁ εἷς τὸν ἕνα ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν. 7 καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν· δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ, οὗ ἀπέκτεινε, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσι τὸν ἄνθρακά μου τὸν καταλειφθέντα, ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς. 8 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὴν γυναῖκα· ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ. 9 καὶ εἶπεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα· ἐπ’ ἐμέ, κύριέ μου βασιλεῦ, ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος. 10 καὶ εἶπεν ὁ βασιλεύς· τίς ὁ λαλῶν πρός σε; καί ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ. 11 καὶ εἶπε· μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν Κύριον Θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι καὶ οὐ μὴ ἐξάρωσι τὸν υἱόν μου· καὶ εἶπε· ζῇ Κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν. 12 καὶ εἶπεν ἡ γυνή· λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου βασιλέα ρῆμα. καὶ εἶπε· λάλησον. 13 καὶ εἶπεν ἡ γυνή· ἱνατί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν Θεοῦ; ἦ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ; 14ὅτι θανάτῳ ἀποθανούμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς, ὃ οὐ συναχθήσεται· καὶ λήψεται ὁ Θεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ’ αὐτοῦ ἐξεωσμένον. 15 καὶ νῦν ὃ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ρῆμα τοῦτο, ὅτι ὄψεταί με ὁ λαός, καὶ ἐρεῖ ἡ δούλη σου· λαλησάτω δὴ πρὸς τὸν κύριόν μου τὸν βασιλέα, εἴπως ποιήσει ὁ βασιλεὺς τὸ ρῆμα τῆς δούλης αὐτοῦ· 16 ὅτι ἀκούσει ὁ βασιλεύς· ρυσάσθω τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας Θεοῦ. 17 καὶ εἶπεν ἡ γυνή· εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν, ὅτι καθὼς ἄγγελος Θεοῦ, οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, καὶ Κύριος ὁ Θεός σου ἔσται μετὰ σοῦ. 18 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε πρὸς τὴν γυναῖκα· μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ ρῆμα, ὃ ἐγὼ ἐπερωτῶ σε. καὶ εἶπεν ἡ γυνή· λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς. 19 καὶ εἶπεν ὁ βασιλεύς· μὴ ἡ χεὶρ ᾿Ιωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ· ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων, ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ὁ δοῦλός σου ᾿Ιωὰβ αὐτὸς ἐνετείλατό μοι, καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους· 20 ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ρήματος τούτου ἐποίησεν ὁ δοῦλός σου ᾿Ιωὰβ τὸν λόγον τοῦτον, καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ Θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ. 21 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Ιωάβ· ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον· πορεύου, ἐπίστρεψον τὸ παιδάριον τὸν ᾿Αβεσσαλώμ. 22 καὶ ἔπεσεν ᾿Ιωὰβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησε καὶ εὐλόγησε τὸν βασιλέα, καὶ εἶπεν ᾿Ιωάβ· σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ. 23 καὶ ἀνέστη ᾿Ιωὰβ καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἤγαγε τὸν ᾿Αβεσσαλὼμ εἰς ῾Ιερουσαλήμ. 24 καὶ εἶπεν ὁ βασιλεύς· ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω καὶ ἀπέστρεψεν ᾿Αβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε. 25 καὶ ὡς ᾿Αβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ ᾿Ισραὴλ αἰνετὸς σφόδρα, ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος. 26 καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ —καὶ ἐγένετο ἀπ’ ἀρχῆς ἡμερῶν εἰς ἡμέρας, ὡς ἂν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπ’ αὐτὸν— καὶ κειρόμενος αὐτὴν ἔστησε τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ. 27 καὶ ἐτέχθησαν τῷ ᾿Αβεσσαλὼμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημάρ· αὕτη ἦν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τῷ Ροβοὰμ υἱῷ Σαλωμὼν καὶ τίκτει αὐτῷ τὸν ᾿Αβιά. 28 καὶ ἐκάθισεν ᾿Αβεσσαλὼμ ἐν ῾Ιερουσαλὴμ δύο ἔτη ἡμερῶν, καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε. 29 καὶ ἀπέστειλεν ᾿Αβεσσαλὼμ πρὸς ᾿Ιωὰβ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν· καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν, καὶ οὐκ ἠθέλησε παραγενέσθαι. 30 καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς τοὺς παῖδας αὐτοῦ· ἴδετε, ἡ μερὶς ἐν ἀγρῷ τοῦ ᾿Ιωὰβ ἐχόμενά μου, καὶ αὐτῷ ἐκεῖ κριθαί, πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί· καὶ ἐνέπρησαν οἱ παῖδες ᾿Αβεσσαλὼμ τὴν μερίδα. καὶ παραγίνονται οἱ δοῦλοι ᾿Ιωὰβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπον· ἐνεπύρισαν οἱ δοῦλοι ᾿Αβεσσαλὼμ τὴν μερίδα ἐν πυρί. 31 καὶ ἀνέστη ᾿Ιωὰβ καὶ ἦλθε πρὸς ᾿Αβεσσαλὼμ εἰς τὸν οἶκον καὶ εἶπε πρὸς αὐτόν· ἱνατί ἐνεπύρισαν οἱ παῖδές σου τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί; 32 καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς ᾿Ιωάβ· ἰδοὺ ἀπέστειλα πρός σε λέγων· ἦκε ὧδε, καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων· ἱνατί ἦλθον ἐκ Γεδσούρ; ἀγαθόν μοι ἦν εἶναι ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ θανάτωσόν με. 33 καὶ εἰσῆλθεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ, καὶ ἐκάλεσε τὸν ᾿Αβεσσαλώμ. καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν ᾿Αβεσσαλώμ.
Κεφάλαιο 15
ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ ᾿Αβεσσαλὼμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. 2 καὶ ὤρθρισεν ᾿Αβεσσαλὼμ καὶ ἔστη ἀνὰ χεῖρας τῆς ὁδοῦ τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ, ᾧ ἐγένετο κρίσις, ἦλθε πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησε πρὸς αὐτὸν ᾿Αβεσσαλὼμ καὶ ἔλεγεν αὐτῷ· ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν· ἐκ μιᾶς φυλῶν ᾿Ισραὴλ ὁ δοῦλός σου. 3 καὶ εἶπε πρὸς αὐτὸν ὁ ᾿Αβεσσαλώμ· ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ὁ ἀκούων οὐκ ἔστι σοι παρὰ τοῦ βασιλέως. 4 καὶ εἶπεν ᾿Αβεσσαλώμ· τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ’ ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ, ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις, καὶ δικαιώσω αὐτόν; 5 καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 6 καὶ ἐποίησεν ᾿Αβεσσαλὼμ κατὰ τὸ ρῆμα τοῦτο παντὶ ᾿Ισραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο ᾿Αβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν ᾿Ισραήλ. 7 καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ· πορεύσομαι δὴ καὶ ἀποτίσω τὰς εὐχάς μου, ἃς ηὐξάμην τῷ Κυρίῳ ἐν Χεβρών· 8 ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ λέγων· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με Κύριος εἰς ῾Ιερουσαλήμ, καὶ λατρεύσω τῷ Κυρίῳ. 9 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρών. 10 καὶ ἀπέστειλεν ᾿Αβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς ᾿Ισραὴλ λέγων· ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε· βεβασίλευκε βασιλεὺς ᾿Αβεσσαλὼμ ἐν Χεβρών. 11 καὶ μετὰ ᾿Αβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ ῾Ιερουσαλὴμ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ρῆμα. 12 καὶ ἀπέστειλεν ᾿Αβεσσαλὼμ καὶ ἐκάλεσε τὸν ᾿Αχιτόφελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυὶδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλὰ ἐν τῷ θυσιάζειν αὐτόν. καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν, καὶ ὁ λαὸς ὁ πορευόμενος καὶ πολὺς μετὰ ᾿Αβεσσαλώμ. 13 καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυὶδ λέγων· ἐγενήθη ἡ καρδία ἀνδρῶν ᾿Ισραὴλ ὀπίσω ᾿Αβεσσαλώμ. 14 καὶ εἶπε Δαυὶδ πᾶσι τοῖς παισὶν αὐτοῦ τοῖς μετ’ αὐτοῦ τοῖς ἐν ῾Ιερουσαλήμ· ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου ᾿Αβεσσαλώμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ’ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν ἐν στόματι μαχαίρας. 15 καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα· κατὰ πάντα, ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοὺ οἱ παῖδές σου. 16 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον. 17 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν. 18 καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς Χελεθὶ καὶ πᾶς ὁ Φελεθὶ καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταὶ ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ Χελεθὶ καὶ πᾶς ὁ Φελεθὶ καὶ πάντες οἱ Γεθθαῖοι, οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γέθ, πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως. 19 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Εθθὶ τὸν Γεθθαῖον· ἱνατί πορεύῃ καὶ σὺ μεθ’ ἡμῶν; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκησας σὺ ἐκ τοῦ τόπου σου. 20 εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ’ ἡμῶν; καί γε μεταναστήσεις τὸν τόπον σου; ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ’ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἐὰν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν. 21 καὶ ἀπεκρίθη ᾿Εθθὶ τῷ βασιλεῖ καὶ εἶπε· ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου. 22 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Εθθί· δεῦρο καὶ διάβαινε μετ’ ἐμοῦ· καὶ παρῆλθεν ᾿Εθθὶ ὁ Γεθθαῖος καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ’ αὐτοῦ. 23 καὶ πᾶσα ἡ γῆ ἔκλαιε φωνῇ μεγάλῃ. καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ τῶν Κέδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κέδρων καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον. 24 καὶ ἰδοὺ καί γε Σαδὼκ καὶ πάντες οἱ Λευῖται μετ’ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθὰρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ Θεοῦ. καὶ ἀνέβη ᾿Αβιάθαρ, ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως. 25 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Σαδώκ· ἀπόστρεψον τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτήν καὶ τὴν εὐπρέπειαν αὐτῆς. 26 καὶ ἐὰν εἴπῃ οὕτως· οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ. 27 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ ἱερεῖ· ἴδετε, σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ ᾿Αχιμάας ὁ υἱός σου καὶ ᾿Ιωνάθαν ὁ υἱὸς ᾿Αβιάθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ’ ὑμῶν· 28 ἴδετε, ἐγώ εἰμι στρατεύομαι ἐν ᾿Αραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ρῆμα παρ’ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι. 29 καὶ ἀπέστρεψε Σαδὼκ καὶ ᾿Αβιάθαρ τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς ῾Ιερουσαλὴμ καὶ ἐκάθισεν ἐκεῖ. 30 καὶ Δαυὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος, καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος, καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες. 31 καὶ ἀνηγγέλη Δαυὶδ λέγοντες· καὶ ᾿Αχιτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ ᾿Αβεσσαλώμ· καὶ εἶπε Δαυίδ· διασκέδασον δὴ τὴν βουλὴν ᾿Αχιτόφελ, Κύριε ὁ Θεός μου. 32 καὶ ἦν Δαυὶδ ἐρχόμενος ἕως τοῦ Ροώς, οὗ προσεκύνησεν ἐκεῖ τῷ Θεῷ, καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. 33 καὶ εἶπεν αὐτῷ Δαυίδ· ἐὰν μὲν διαβῇς μετ’ ἐμοῦ, καὶ ἔσῃ ἐπ’ ἐμὲ εἰς βάσταγμα· 34 καὶ ἐὰν ἐπιστρέψῃς ἐπὶ τὴν πόλιν, καὶ ἐρεῖς τῷ ᾿Αβεσσαλώμ· διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου, καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν ᾿Αχιτόφελ. 35 καὶ ἰδοὺ ἐκεῖ μετὰ σοῦ Σαδὼκ καὶ ᾿Αβιάθαρ οἱ ἱερεῖς, καὶ ἔσται πᾶν ρῆμα, ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀπαγγελεῖς τῷ Σαδὼκ καὶ τῷ ᾿Αβιάθαρ τοῖς ἱερεῦσιν. 36 ἰδοὺ ἐκεῖ μετ’ αὐτῶν δύο υἱοὶ αὐτῶν, ᾿Αχιμάας υἱὸς τῷ Σαδὼκ καὶ ᾿Ιωνάθαν υἱὸς τῷ ᾿Αβιάθαρ, καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ρῆμα, ὃ ἐὰν ἀκούσητε. 37 καὶ εἰσῆλθε Χουσὶ ὁ ἑταῖρος Δαυὶδ εἰς τὴν πόλιν, καὶ ᾿Αβεσσαλὼμ ἄρτι εἰσεπορεύετο εἰς ῾Ιερουσαλήμ.
Κεφάλαιο 16
ΚΑΙ Δαυὶδ παρῆλθε βραχύ τι ἀπὸ τῆς Ροὼς καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπίσεσαγμένων, καὶ ἐπ’ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου. 2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβά· τί ταῦτά σοι; καὶ εἶπε Σιβά· τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ. 3 καὶ εἶπεν ὁ βασιλεύς· καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἰδοὺ κάθηται ἐν ῾Ιερουσαλήμ, ὅτι εἶπε· σήμερον ἐπιστρέψουσί μοι οἶκος ᾿Ισραὴλ τὴν βασιλείαν τοῦ πατρός μου. 4 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβά· ἰδού σοι πάντα, ὅσα ἐστὶ Μεμφιβοσθέ. καὶ εἶπε Σιβὰ προσκυνήσας· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ. 5 καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ, καὶ ὄνομα αὐτῷ Σεμεΐ υἱὸς Γηρά· ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος 6 καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ. καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως. 7 καὶ οὕτως ἔλεγε Σεμεΐ ἐν τῷ καταρᾶσθαι αὐτόν· ἔξελθε, ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος· 8 ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ, ὅτι ἐβασίλευσας ἀντ’ αὐτοῦ, καὶ ἔδωκε Κύριος τὴν βασιλείαν ἐν χειρὶ ᾿Αβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ. 9 καὶ εἶπεν ᾿Αβεσσὰ υἱὸς Σαρουΐας πρὸς τὸν βασιλέα· ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. 10 καὶ εἶπεν ὁ βασιλεύς· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας; ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ, καὶ τίς ἐρεῖ, ὡς τί ἐποίησας οὕτως; 11 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ ᾿Ιεμινί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος· 12 εἴπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ. 13 καὶ ἐπορεύθη Δαυὶδ καὶ πάντες οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμεΐ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοΐ πάσσων. 14 καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ.
15 Καὶ ᾿Αβεσσαλὼμ καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰσῆλθον εἰς ῾Ιερουσαλὴμ καὶ ᾿Αχιτόφελ μετ’ αὐτοῦ. 16 καὶ ἐγενήθη ἡνίκα ἦλθε Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ πρὸς ᾿Αβεσσαλώμ, καὶ εἶπε Χουσὶ πρὸς ᾿Αβεσσαλώμ· ζήτω ὁ βασιλεύς. 17 καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς Χουσί· τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἱνατί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου; 18 καὶ εἶπε Χουσὶ πρὸς ᾿Αβεσσαλώμ· οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ ᾿Ισραήλ, αὐτῷ ἔσομαι καὶ μετὰ αὐτοῦ καθήσομαι· 19 καὶ τὸ δεύτερον, τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου. 20 καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς ᾿Αχιτόφελ· φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν; 21 καὶ εἶπεν ᾿Αχιτόφελ πρὸς ᾿Αβεσσαλώμ· εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς ᾿Ισραὴλ ὅτι κατῄσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ. 22 καὶ ἔπηξαν τὴν σκηνὴν τῷ ᾿Αβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν ᾿Αβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ’ ὀφθαλμοὺς παντὸς ᾿Ισραήλ. 23 καὶ ἡ βουλὴ ᾿Αχιτόφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ τις ἐν λόγῳ τοῦ Θεοῦ, οὕτως πᾶσα ἡ βουλὴ τοῦ ᾿Αχιτόφελ καί γε τῷ Δαυὶδ καί γε τῷ ᾿Αβεσσαλώμ.
Κεφάλαιο 17
ΚΑΙ εἶπεν ᾿Αχιτόφελ πρὸς ᾿Αβεσσαλώμ· ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυὶδ τὴν νύκτα· 2 καὶ ἐπελεύσομαι ἐπ’ αὐτόν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσί, καὶ ἐκστήσω αὐτόν, καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ, καὶ πατάξω τὸν βασιλέα μονώτατον· 3 καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρός σε, ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς· πλὴν ψυχὴν ἀνδρὸς ἑνὸς σὺ ζητεῖς καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη. 4 καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς ᾿Αβεσσαλὼμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων ᾿Ισραήλ· 5 καὶ εἶπεν ᾿Αβεσσαλώμ· καλέσατε δὴ καί γε τὸν Χουσὶ τὸν ᾿Αραχί, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ. 6 καὶ εἰσῆλθε Χουσὶ πρὸς ᾿Αβεσσαλώμ· καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς αὐτὸν λέγων· κατὰ τὸ ρῆμα τοῦτο ἐλάλησεν ᾿Αχιτόφελ· εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μή, σὺ λάλησον· 7 καὶ εἶπε Χουσὶ πρὸς ᾿Αβεσσαλώμ· οὐκ ἀγαθὴ αὕτη ἡ βουλή, ἣν ἐβουλεύσατο ᾿Αχιτόφελ τὸ ἅπαξ τοῦτο. 8 καὶ εἶπε Χουσί· σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ, ὅτι δυνατοί εἰσι σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ, καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν· 9 ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων, καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ· ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω ᾿Αβεσσαλώμ, 10 καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακήσεται, ὅτι οἶδε πᾶς ᾿Ισραὴλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ’ αὐτοῦ. 11 ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα, καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς ᾿Ισραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν, 12 καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων, οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπ’ αὐτόν, ὡς πίπτει δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσι τοῖς μετ’ αὐτοῦ καί γε ἕνα· 13 καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ, καὶ λήψεται πᾶς ᾿Ισραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος. 14 καὶ εἶπεν ᾿Αβεσσαλὼμ καὶ πᾶς ἀνὴρ ᾿Ισραήλ· ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ ᾿Αραχὶ ὑπὲρ τὴν βουλὴν ᾿Αχιτόφελ· καὶ Κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν τοῦ ᾿Αχιτόφελ τὴν ἀγαθήν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ ᾿Αβεσσαλὼμ τὰ κακὰ πάντα. 15 καὶ εἶπε Χουσὶ ὁ τοῦ ᾿Αραχὶ πρὸς Σαδὼκ καὶ ᾿Αβιάθαρ τοὺς ἱερεῖς· οὕτως καὶ οὕτως συνεβούλευσεν ᾿Αχιτόφελ τῷ ᾿Αβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις ᾿Ισραήλ, καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ. 16 καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυὶδ λέγοντες· μὴ αὐλισθῇς τὴν νύκτα ἐν ᾿Αραβὼθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον, μή ποτε καταπείσῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ. 17 καὶ ᾿Ιωνάθαν καὶ ᾿Αχιμάας εἱστήκεισαν ἐν τῇ πηγῇ Ρωγήλ, καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς, καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσι τῷ βασιλεῖ Δαυίδ, ὅτι οὐκ ἠδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν. 18 καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀνήγγειλε τῷ ᾿Αβεσσαλώμ, καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουρίμ, καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ. 19 καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασε τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ’ αὐτῷ ἀραφώθ, καὶ οὐκ ἐγνώσθη ρῆμα. 20 καὶ ἦλθαν οἱ παῖδες ᾿Αβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν· ποῦ ᾿Αχιμάας καὶ ᾿Ιωνάθαν; καὶ εἶπεν αὐτοῖς ἡ γυνή· παρῆλθαν μικρὸν τοῦ ὕδατος, καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς ῾Ιερουσαλήμ. 21 ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀπήγγειλαν τῷ βασιλεῖ Δαυὶδ καὶ εἶπαν πρὸς Δαυίδ· ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν ᾿Αχιτόφελ. 22 καὶ ἀνέστη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ διέβησαν τὸν ᾿Ιορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωΐ, ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθε τὸν ᾿Ιορδάνην. 23 καὶ ᾿Αχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ. 24 καὶ Δαυὶδ διῆλθεν εἰς Μαναΐμ, καὶ ᾿Αβεσσαλὼμ διέβη τὸν ᾿Ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ μετ’ αὐτοῦ. 25 καὶ τὸν ᾿Αμεσσαΐ κατέστησεν ᾿Αβεσσαλὼμ ἀντὶ ᾿Ιωὰβ ἐπὶ τῆς δυνάμεως· καὶ ᾿Αμεσσαΐ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ ᾿Ιοθὸρ ὁ ᾿Ισραηλίτης, οὗτος εἰσῆλθε πρὸς ᾿Αβιγαίαν θυγατέρα Νάας ἀδελφὴν Σαρουΐας μητρὸς ᾿Ιωάβ. 26 καὶ παρενέβαλε πᾶς ᾿Ισραὴλ καὶ ᾿Αβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ. 27 καὶ ἐγένετο ἡνίκα ἦλθε Δαυὶδ εἰς Μαναΐμ, καὶ Οὐεσβὶ υἱὸς Νάας ἐκ Ραββὰθ υἱῶν ᾿Αμμὼν καὶ Μαχὶρ υἱὸς ᾿Αμιὴλ ἐκ Λωδαβὰρ καὶ Βερζελλὶ ὁ Γαλααδίτης ἐκ Ρωγελλὶμ 28 ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν 29 καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαφφὼθ βοῶν καὶ προσήνεγκαν τῷ Δαυὶδ καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ φαγεῖν, ὅτι εἶπαν· ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.
Κεφάλαιο 18
ΚΑΙ ἐπεσκέψατο Δαυὶδ τὸν λαὸν τὸν μετ’ αὐτοῦ καὶ κατέστησεν ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους. 2 καὶ ἀπέστειλε Δαυὶδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ ᾿Ιωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ ᾿Αβεσσὰ υἱοῦ Σαρουΐας ἀδελφοῦ ᾿Ιωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ ᾿Εθθὶ τοῦ Γεθθαίου. καὶ εἶπε Δαυὶδ πρὸς τὸν λαόν· ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ’ ὑμῶν. 3 καὶ εἶπαν· οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν. 4 καὶ εἶπε πρὸς αὐτοὺς ὁ βασιλεύς· ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω. καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας. 5 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ᾿Ιωὰβ καὶ τῷ ᾿Αβεσσὰ καὶ τῷ ᾿Εθθὶ λέγων· φείσασθέ μοι τοῦ παιδαρίου τοῦ ᾿Αβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσι τοῖς ἄρχουσιν ὑπὲρ ᾿Αβεσσαλώμ, 6 καὶ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξεναντίας ᾿Ισραήλ, καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ ᾿Εφραίμ. 7 καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς ᾿Ισραὴλ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν. 8 καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα τῇ ἡμέρᾳ ἐκείνῃ. 9 καὶ συνήντησεν ᾿Αβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ ᾿Αβεσσαλὼμ ἦν ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ περιεπλάκη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυΐ, καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθε. 10καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλε τῷ ᾿Ιωὰβ καὶ εἶπεν· ἰδοὺ ἑώρακα τὸν ᾿Αβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυΐ. 11 καὶ εἶπεν ᾿Ιωὰβ τῷ ἀνδρὶ τῷ ἀναγγέλλοντι αὐτῷ· καὶ ἰδοὺ ἑώρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν ἐκεῖ εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν ἐδεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν. 12 εἶπε δὲ ὁ ἀνὴρ πρὸς ᾿Ιωάβ· καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω τὴν χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως, ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεύς σοι καὶ τῷ ᾿Αβεσσὰ καὶ τῷ ᾿Εθθὶ λέγων· φυλάξατέ μοι τὸ παιδάριον τὸν ᾿Αβεσσαλὼμ 13 μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξεναντίας. 14 καὶ εἶπεν ὁ ᾿Ιωάβ· τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν ᾿Ιωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ ᾿Αβεσσαλὼμ ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυός. 15 καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη ᾿Ιωὰβ καὶ ἐπάταξαν τὸν ᾿Αβεσσαλὼμ καὶ ἐθανάτωσαν αὐτόν. 16 καὶ ἐσάλπισεν ᾿Ιωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω ᾿Ισραήλ, ὅτι ἐφείδετο ᾿Ιωὰβ τοῦ λαοῦ. 17 καὶ ἔλαβε τὸν ᾿Αβεσσαλὼμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ’ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα. καὶ πᾶς ᾿Ισραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ. 18 καὶ ᾿Αβεσσαλὼμ ἔτι ζῶν ἔλαβε καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην, ἐν ᾗ ἐλήφθη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν· οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκα τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσε τὴν στήλην Χεὶρ ᾿Αβεσσαλὼμ ἕως τῆς ἡμέρας ταύτης. 19 καὶ ᾿Αχιμάας υἱὸς Σαδὼκ εἶπε· δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ, ὅτι ἔκρινε Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ. 20 καὶ εἶπεν αὐτῷ ᾿Ιωάβ· οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ, ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανε. 21 καὶ εἶπεν ᾿Ιωὰβ τῷ Χουσί· βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησε Χουσὶ τῷ ᾿Ιωὰβ καὶ ἐξῆλθε. 22 καὶ προσέθετο ἔτι ᾿Αχιμάας υἱὸς Σαδὼκ καὶ εἶπε πρὸς ᾿Ιωάβ· καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί. καὶ εἶπεν ᾿Ιωάβ· ἱνατί σὺ τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστι σοι εὐαγγέλια εἰς ὠφέλειαν πορευομένῳ. 23 καὶ εἶπε· τί γὰρ ἐὰν δράμω; καὶ εἶπεν αὐτῷ ᾿Ιωάβ· δράμε. καὶ ἔδραμεν ᾿Αχιμάας τὴν ὁδὸν τὴν τοῦ Κεχὰρ καὶ ὑπερέβη τὸν Χουσί. 24 καὶ Δαυὶδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῇρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ 25 καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς· εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων. 26 καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπε· καὶ ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν ὁ βασιλεύς· καί γε οὗτος εὐαγγελιζόμενος. 27 καὶ εἶπεν ὁ σκοπός· ἐγὼ ὁρῷ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον ᾿Αχιμάας υἱοῦ Σαδώκ. καὶ εἶπεν ὁ βασιλεύς· ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται. 28 καὶ ἐβόησεν ᾿Αχιμάας καὶ εἶπε πρὸς τὸν βασιλέα· εἰρήνη· καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ. 29 καὶ εἶπεν ὁ βασιλεύς· εἰρήνη τῷ παιδαρίῳ τῷ ᾿Αβεσσαλώμ; καὶ εἶπεν ᾿Αχιμάας· εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως ᾿Ιωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ. 30 καὶ εἶπεν ὁ βασιλεύς· ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη. 31 καὶ ἰδοὺ ὁ Χουσὶ παρεγένετο καὶ εἶπε τῷ βασιλεῖ· εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέ σοι Κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ. 32 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσί· εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ ᾿Αβεσσαλώμ; καὶ εἶπεν ὁ Χουσί· γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες, ὅσοι ἐπανέστησαν ἐπ’ αὐτὸν εἰς κακά. 33 καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσε· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν· υἱέ μου ᾿Αβεσσαλώμ, υἱέ μου, υἱέ μου ᾿Αβεσσαλώμ, τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ, ᾿Αβεσσαλώμ, υἱέ μου υἱέ μου.
Κεφάλαιο 19
ΚΑΙ ἀνηγγέλη τῷ ᾿Ιωὰβ λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ ᾿Αβεσσαλώμ. 2 καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων, ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ. 3 καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ. 4 καὶ ὁ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ. καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων· υἱέ μου ᾿Αβεσσαλώμ, ᾿Αβεσσαλὼμ υἱέ μου. 5 καὶ εἰσῆλθεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπε· κατῄσχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου, 6 τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον ὅτι εἰ ᾿Αβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου. 7 καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν. 8 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθε πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην. καὶ ᾿Ισραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.
9 Καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς ᾿Ισραὴλ λέγοντες· ὁ βασιλεὺς Δαυὶδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων, καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ ᾿Αβεσσαλώμ· 10 καὶ ᾿Αβεσσαλώμ, ὃν ἐχρίσαμεν ἐφ’ ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ρῆμα παντὸς ᾿Ισραὴλ ἦλθε πρὸς τὸν βασιλέα. 11 καὶ ὁ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς ᾿Αβιάθαρ τοὺς ἱερεῖς λέγων· λαλήσατε πρὸς τοὺς πρεσβυτέρους ᾿Ιούδα λέγοντες· ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς ᾿Ισραὴλ ἦλθε πρὸς τὸν βασιλέα. 12 ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; 13 καὶ τῷ ᾿Αμεσσαΐ ἐρεῖτε· οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ ᾿Ιωάβ. 14 καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς ᾿Ιούδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες· ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου. 15 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ ᾿Ιορδάνου, καὶ ἄνδρες ᾿Ιούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν ᾿Ιορδάνην. 16 καὶ ἐτάχυνε Σεμεΐ υἱὸς Γηρὰ υἱοῦ τοῦ ᾿Ιεμινὶ ἐκ Βαουρὶμ καὶ κατέβη μετὰ ἀνδρὸς ᾿Ιούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυὶδ 17 καὶ χίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκ τοῦ Βενιαμὶν καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ’ αὐτοῦ καὶ κατεύθυναν τὸν ᾿Ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως 18 καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμεΐ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν ᾿Ιορδάνην 19 καὶ εἶπε πρὸς τὸν βασιλέα· μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ ῾Ιερουσαλήμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ, 20 ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς ᾿Ισραὴλ καὶ οἴκου ᾿Ιωσὴφ τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως. 21 καὶ ἀπεκρίθη ᾿Αβεσσὰ υἱὸς Σαρουΐας καὶ εἶπε· μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεΐ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου; 22 καὶ εἶπε Δαυίδ· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ ᾿Ισραήλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν ᾿Ισραήλ. 23 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμέΐ· οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς. 24 καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐδὲ ὠνυχίσατο, οὐδὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ. 25 καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς ῾Ιερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· τί ὅτι οὐκ ἐπορεύθης μετ’ ἐμοῦ, Μεμφιβοσθέ; 26 καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθέ· κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ· ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ’ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου· 27 καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· 28 ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου, ἀλλ’ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου· καὶ τί ἔστι μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα; 29 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον· σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν. 30 καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα· καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ. 31 καὶ Βερζελλὶ ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλὶμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν ᾿Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν ᾿Ιορδάνην· 32 καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναΐμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα. 33 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλί· σὺ διαβήσῃ μετ’ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ’ ἐμοῦ ἐν ῾Ιερουσαλήμ. 34 καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα· πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς ῾Ιερουσαλήμ; 35 υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ἆδόντων καὶ ἆδουσῶν; καὶ ἱνατί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα; 36 ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν ᾿Ιορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην; 37 καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρὸς μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. 38 καὶ εἶπεν ὁ βασιλεύς· μετ’ ἐμοῦ διαβήτω Χαμαάμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα, ὅσα ἂν ἐκλέξῃ ἐπ’ ἐμοί, ποιήσω σοι. 39 καὶ διέβη πᾶς ὁ λαὸς τὸν ᾿Ιορδάνην, καὶ ὁ βασιλεὺς διέβη· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. 40 καὶ διέβη ὁ βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετ’ αὐτοῦ, καὶ πᾶς ὁ λαὸς ᾿Ιούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ ᾿Ισραήλ. 41 καὶ ἰδοὺ πᾶς ἀνὴρ ᾿Ισραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπε πρὸς τὸν βασιλέα· τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ ᾿Ιούδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν ᾿Ιορδάνην καὶ πάντες ἄνδρες Δαυὶδ μετ’ αὐτοῦ; 42 καὶ ἀπεκρίθη πᾶς ἀνὴρ ᾿Ιούδα πρὸς ἄνδρα ᾿Ισραὴλ καὶ εἶπαν· διότι ἐγγίζει πρός με ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ᾖρεν ἡμῖν; 43 καὶ ἀπεκρίθη ἀνὴρ ᾿Ισραὴλ τῷ ἀνδρὶ ᾿Ιούδα καὶ εἶπε· δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ· καὶ ἱνατί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς ᾿Ιούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς ᾿Ισραήλ.
Κεφάλαιο 20
ΚΑΙ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεέ, υἱὸς Βοχορὶ ἀνὴρ ὁ ᾿Ιεμινί, καὶ ἐσάλπισε τῇ κερατίνῃ καὶ εἶπεν· οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ ᾿Ιεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, ᾿Ισραήλ. 2 καὶ ἀνέβη πᾶς ἀνὴρ ᾿Ισραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀνὴρ ᾿Ιούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ ᾿Ιορδάνου καὶ ἕως ῾Ιερουσαλήμ. 3 καὶεἰσῆλθε Δαυὶδ εἰς οἶκον αὐτοῦ εἰς ῾Ιερουσαλήμ, καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε, καὶ ἦσαν συνεχόμεναι ἕως θανάτου αὐτῶν, χῆραι ζῶσαι. 4 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Αμεσσαΐ· βόησόν μοι τὸν ἄνδρα ᾿Ιούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι. 5 καὶ ἐπορεύθη ᾿Αμεσσαΐ τοῦ βοῆσαι τὸν ᾿Ιούδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυίδ. 6 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αμεσσαΐ· νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ ᾿Αβεσσαλώμ, καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν. 7 καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες ᾿Ιωὰβ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθον ἐξ ῾Ιερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. 8 καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών, καὶ ᾿Αμεσσαΐ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ ᾿Ιωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ’ αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθε καὶ ἔπεσε. 9 καὶ εἶπεν ᾿Ιωὰβ τῷ ᾿Αμεσσαΐ· εἰ ὑγιαίνεις σὺ ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ ᾿Ιωὰβ τοῦ πώγωνος ᾿Αμεσσαΐ τοῦ καταφιλῆσαι αὐτόν. 10 καὶ ᾿Αμεσσαΐ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ ᾿Ιωάβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ ᾿Ιωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε. καὶ ᾿Ιωὰβ καὶ ᾿Αβεσσαΐ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί· 11 καὶ ἀνὴρ ἔστη ἐπ’ αὐτὸν τῶν παιδαρίων ᾿Ιωὰβ καὶ εἶπε· τίς ὁ βουλόμενος ᾿Ιωὰβ καὶ τίς τοῦ Δαυίδ, ὀπίσω ᾿Ιωάβ; 12 καὶ ᾿Αμεσσαΐ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ἀνήρ, ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψε τὸν ᾿Αμεσσαΐ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ’ αὐτὸν ἱμάτιον, καθότι εἶδε πάντα τὸν ἐρχόμενον ἐπ’ αὐτὸν ἑστηκότα· 13 ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ ᾿Ισραὴλ ὀπίσω ᾿Ιωάβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. 14 καὶ διῆλθεν ἐν πάσαις φυλαῖς ᾿Ισραὴλ εἰς ᾿Αβὲλ καὶ εἰς Βαιθμαχὰ καὶ πάντες ἐν Χαρρί, καὶ ἐξεκκλησιάσθησαν, καὶ ἦλθον κατόπισθεν αὐτοῦ. 15 καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ’ αὐτὸν τὴν ᾿Αβὲλ καὶ Βαιθμαχὰ καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς ὁ λαὸς μετά ᾿Ιωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος. 16 καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν· ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς ᾿Ιωάβ· ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν. 17 καὶ προσήγγισε πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή· εἰ σὺ εἶ ᾿Ιωάβ; ὁ δὲ εἶπεν· ἐγώ. εἶπε δὲ αὐτῷ· ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν ᾿Ιωάβ· ἀκούω ἐγώ εἰμι. 18 καὶ εἶπε λέγουσα· λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες· ἠρωτημένος ἠρωτήθη ἐν τῇ ᾿Αβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ ᾿Ισραήλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν ᾿Αβέλ, καὶ οὕτως εἰ ἐξέλιπον. 19 ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων ᾿Ισραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν ᾿Ισραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου; 20 καὶ ἀπεκρίθη ᾿Ιωάβ, καὶ εἶπεν· ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ· 21 οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους ᾿Εφραίμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς ᾿Ιωάβ· ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ριφήσεται πρὸς σὲ διὰ τοῦ τείχους. 22 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς ᾿Ιωάβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπ’ αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ ᾿Ιωὰβ ἀπέστρεψεν εἰς ῾Ιερουσαλὴμ πρὸς τὸν βασιλέα.
23 Καὶ ὁ ᾿Ιωὰβ πρὸς πάσῃ τῇ δυνάμει ᾿Ισραήλ, καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τοῦ Χερεθὶ καὶ ἐπὶ τοῦ Φελεθί, 24 καὶ ᾿Αδωνιρὰμ ἐπὶ τοῦ φόρου, καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλοὺθ ἀναμιμνήσκων, 25 καὶ Σουσὰ γραμματεύς, καὶ Σαδὼκ καὶ ᾿Αβιάθαρ ἱερεῖς, 26 καί γε ᾿Ιρὰς ὁ ᾿Ιαρὶν ἦν ἱερεὺς τοῦ Δαυίδ.
Κεφάλαιο 21
ΚΑΙ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ὁ ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου. καὶ εἶπε Κύριος· ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας. 2 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυὶδ τοὺς Γαβαωνίτας καὶ εἶπε πρὸς αὐτούς· καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ ᾿Ισραήλ εἰσιν, ὅτι ἀλλ’ ἢ ἐκ τοῦ λείμματος τοῦ ᾿Αμορραίου, καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησε Σαοὺλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ ᾿Ιούδα. 3 καὶ εἶπε Δαυὶδ πρὸς τοὺς Γαβαωνίτας· τί ποιήσω ἡμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; 4 καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται· οὐκ ἔστιν ἡμῖν ἀργύριον ἢ χρυσίον μετὰ Σαοὺλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν ᾿Ισραήλ. 5 καὶ εἶπε·τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν; καὶ εἶπαν πρὸς τὸν βασιλέα· ὁ ἀνήρ, ὃς συνετέλεσεν ἐφ’ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς· ἀφανίσωμεν αὐτόν, τοῦ μή ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ ᾿Ισραήλ· 6 δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς Κυρίου. καὶ εἶπεν ὁ βασιλεύς· ἐγὼ δώσω. 7 καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν ᾿Ιωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον Κυρίου τὸν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Δαυὶδ καὶ ἀνὰ μέσον ᾿Ιωνάθαν υἱοῦ Σαούλ· 8 καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφὰ θυγατρὸς ῾Αϊᾶ, οὓς ἔτεκε τῷ Σαούλ, τὸν ῾Ερμωνὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μιχὸλ θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ ᾿Εσδριὴλ υἱῷ Βερζελλὶ τῷ Μουλαθί, 9 καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου, καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθῶν. 10 καὶ ἔλαβε Ρεσφὰ θυγάτηρ ῾Αϊᾶ τὸν σάκκον καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἔδωκε τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός. 11 καὶ ἀπηγγέλη τῷ Δαυὶδ ὅσα ἐποίησε Ρεσφὰ θυγάτηρ ῾Αϊᾶ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς ᾿Ιωὰ ἐκ τῶν ἀπογόνων τῶν γιγάντων, 12 καὶ ἐπορεύθη Δαυὶδ καὶ ἔλαβε τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν ᾿Ιαβὶς Γαλαάδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσάν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβουέ, 13 καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγε τὰ ὀστᾶ τῶν ἐξηλιασμένων. 14 καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τά ὀστᾶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα, ὅσα ἐνετείλατο ὁ βασιλεύς. καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα.
15 Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ ᾿Ισραήλ. καὶ κατέβη Δαυὶδ καὶ οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων, καὶ ἐξελύθη Δαυίδ. 16 καὶ ᾿Ιεσβί, ὃςἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφὰ καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο τοῦ πατάξαι τὸν Δαυίδ. 17 καὶ ἐβοήθησεν αὐτῷ ᾿Αβεσσὰ υἱὸς Σαρουΐας καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν. τότε ὤμοσαν οἱ ἄνδρες Δαυὶδ λέγοντες· οὐκ ἐξελεύσῃ ἔτι μεθ’ ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον ᾿Ισραήλ. 18 καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξε Σεβοχὰ ὁ ᾿Αστατωθὶ τὸν Σὲφ ἐν τοῖς ἐκγόνοις τοῦ Ραφά. 19 καὶ ἐγένετο ὁ πόλεμος ἐν Γὸβ μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν ᾿Ελεανὰν υἱὸς ᾿Αριωργὶμ ὁ Βηθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθθαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. 20 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ. καὶ ἦν ἀνὴρ μαδών, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες ἀριθμῷ, καί γε αὐτὸς ἐτέχθη τῷ Ραφά. 21 καὶ ὠνείδισε τὸν ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτὸν ᾿Ιωνάθαν υἱὸς Σεμεΐ ἀδελφοῦ Δαυίδ. 22 οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ραφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυίδ, καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.
Κεφάλαιο 22
ΚΑΙ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλετο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, 2 καὶ εἶπεν· Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί, 3 ὁ Θεός μου φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με. 4 αἰνετὸν ἐπικαλέσομαι Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. 5 ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαρροι ἀνομίας ἐθάμβησάν με· 6 ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου. 7 ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου βοήσομαι· καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ. 8 καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη Κύριος αὐτοῖς. 9 ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται, ἄνθρακες ἐξεκαύθησαν ἀπ’ αὐτοῦ. 10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. 11 καὶ ἐπεκάθισεν ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου. 12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος. 13 ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός. 14 ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ 15 καὶ ἀπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἤστραψεν ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς. 16 καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ. 17 ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, εἵλκυσέ με ἐξ ὑδάτων πολλῶν· 18 ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 19 προέφθασάν με ἡμέραι θλίψεώς μου καὶ ἐγένετο Κύριος ἐπιστήριγμά μου 20 καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν καὶ ἐξείλετό με, ὅτι ηὐδόκησεν ἐν ἐμοί. 21 καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι. 22 ὅτι ἐφύλαξα ὁδοὺς Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου, 23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ’ αὐτῶν. 24 καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 25 καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. 26 μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ 27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ. 28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις. 29 ὅτι σὺ ὁ λύχνος μου, Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου. 30 ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. 31 ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ρῆμα Κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστι πᾶσι τοῖς πεποιθόσιν ἐπ’ αὐτόν. 32 τίς ἰσχυρὸς πλὴν Κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ Θεοῦ ἡμῶν; 33 ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου· 34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με· 35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου. 36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέ με 37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου. 38 διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως ἂν συντελέσω αὐτούς· 39 καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου· 41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς. 42 βοήσονται, καὶ οὐκ ἔστι βοηθός, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν. 43 καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς. 44 καὶ ρύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν. λαός, ὃν οὐκ ἔγνω, ἐδούλευσάν μοι, 45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου· 46 υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν. 47 ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ Θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου. 48 ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λαοὺς ὑποκάτω μου 49 καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου, καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ρύσῃ με. 50 διὰ τοῦτο ἐξομολογήσομαί σοι, Κύριε, ἐν τοῖς ἔθνεσι καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ, 51 μεγαλύνων τὰς σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Κεφάλαιο 23
ΚΑΙ οὗτοι οἱ λόγοι Δαυὶδ οἱ ἔσχατοι·
Πιστὸς Δαυὶδ υἱὸς ᾿Ιεσσαί, καὶ πιστὸς ἀνήρ, ὃν ἀνέστησε Κύριος ἐπὶ χριστὸν Θεοῦ ᾿Ιακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ ᾿Ισραήλ. 2 πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου. 3 λέγει ὁ Θεὸς ᾿Ισραήλ, ἐμοὶ ἐλάλησε φύλαξ ᾿Ισραήλ· παραβολὴν εἰπὸν ἐν ἀνθρώπῳ· πῶς κραταιώσητε φόβον Θεοῦ; 4 καὶ ἐν Θεῷ φωτὶ πρωΐας ἀνατείλαι ἥλιος, τὸ πρωΐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς. 5 οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος. 6 ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὗτοι, ὅτι οὐ χειρὶ ληφθήσονται, 7 καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνην αὐτῶν.
8 Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυίδ· ᾿Ιεβοσθὲ ὁ Χαναναῖος, ἄρχων τοῦ τρίτου ἐστίν, ᾿Αδινὼν ὁ ᾿Ασωναῖος· οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰσάπαξ. 9 καὶ μετ’ αὐτὸν ᾿Ελεανὰν υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουδίτου ἐν τοῖς τρισὶ δυνατοῖς. οὗτος μετὰ Δαυὶδ ἦν ἐν Σερράν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ ᾿Ισραήλ· 10 αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν. 11 καὶ μετ’ αὐτὸν Σαμαΐα υἱὸς ᾿Ασὰ ὁ ᾿Αρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων· 12 καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην. 13 καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθαν εἰς Κασὼν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον ᾿Οδολλάμ, καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαΐμ· 14 καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. 15 καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε· τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. 16 καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ 17 καὶ εἶπεν· ἵλεώς μοι, Κύριε, τοῦ ποιῆσαι τοῦτο, εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι· καὶ οὐκ ἠθέλησε πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί. 18 καὶ ᾿Αβεσσὰ ὁ ἀδελφὸς ᾿Ιωὰβ υἱὸς Σαρουΐας αὐτὸς ἄρχων ἐν τοῖς τρισί. καὶ αὐτὸς ἐξήγειρε τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν· 19 ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθε. 20 καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεήλ, καὶ αὐτὸς ἐπάταξε τοὺς δύο υἱοὺς ᾿Αριὴλ τοῦ Μωάβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος· 21 αὐτὸς ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ράβδῳ καὶ ἥρπασε τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 22 ταῦτα ἐποίησε Βαναίας υἱὸς ᾿Ιωδαέ, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς· 23 ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθε· καὶ ἔταξεν αὐτὸν Δαυὶδ πρὸς τὰς ἀκοὰς αὐτοῦ. καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυὶδ τοῦ βασιλέως· 24 ᾿Ασαὴλ ἀδελφὸς ᾿Ιωὰβ (οὗτος ἐν τοῖς τριάκοντα), ᾿Ελεανὰν υἱὸς Δουδὶ πατραδέλφου αὐτοῦ ἐν Βηθλεέμ. 25 Σαμαΐ ὁ ᾿Αρουδαῖος, ᾿Ελικὰ ὁ ᾿Αρωδαῖος, 26 Σελλὴς ὁ Κελωθί, ῎Ιρας υἱὸς ᾿Εκκὰς ὁ Θεκωΐτης, 27 ᾿Αβιέζερ ὁ ᾿Αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ ᾿Ασωθίτου, 28 ᾿Ελλὼν ὁ ᾿Αωΐτης, Μοορὲ ὁ Νετωφαθίτης, 29 ᾿Εθθὶ υἱὸς Ριβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμίν, 30 Βαναίας ὁ Φαραθενίτης, Οὐρὶ ἐκ Ναχαλιγαίας, 31 ᾿Αβιὴλ υἱὸς τοῦ ᾿Αραβωθίτου, ᾿Αζμὼθ ὁ Βαρσαμίτης, 32 ᾿Ελιασοὺ ὁ Σαλαβωνίτης, υἱοὶ ᾿Ιαβάν, ᾿Ιωνάθαν, 33 Σαμνὰν ὁ ᾿Αρωδίτης, ᾿Αχιὰν υἱὸς ᾿Αραΐ Σαραουρίτης, 34 ᾿Αλιφαλὲθ υἱὸς τοῦ ᾿Ασβίτου, υἱὸς τοῦ Μααχαθί, ᾿Ελιὰβ υἱὸς ᾿Αχιτόφελ τοῦ Γελωνίτου, 35 ᾿Ασραΐ ὁ Καρμήλιος, Φαραΐ ὁ ᾿Ερχί, 36 Γάαλ υἱὸς Νάθαν ἀπὸ δυνάμεως, υἱὸς Γαλααδεί, 37 ᾿Ελιὲ ὁ ᾿Αμμανίτης, Γελωραΐ ὁ Βηρωθαῖος αἴρων τὰ σκεύη ᾿Ιωὰβ υἱοῦ Σαρουΐας, 38 ᾿Ιρὰς ὁ ᾿Ιεθιραῖος, Γαρὴβ ὁ ᾿Εθθεναῖος, 39 Οὐρίας ὁ Χετταῖος· οἱ πάντες τριάκοντα καὶ ἑπτά.
Κεφάλαιο 24
ΚΑΙ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν ᾿Ισραήλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς λέγων· βάδιζε, ἀρίθμησον τὸν ᾿Ισραὴλ καὶ τὸν ᾿Ιούδαν. 2 καὶ εἶπεν ὀ βασιλεὺς πρὸς ᾿Ιωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ’ αὐτοῦ· δίελθε δὴ πάσας φυλὰς ᾿Ισραὴλ καὶ ᾿Ιούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. 3 καὶ εἶπεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα· καὶ προσθείη Κύριος ὁ Θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἱνατί βούλεται ἐν τῷ λόγῳ τούτῳ; 4 καὶ ὑπερίσχυσεν ὀ λόγος τοῦ βασιλέως πρὸς ᾿Ιωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλθεν ᾿Ιωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν τὸν ᾿Ισραήλ. 5 καὶ διέβησαν τὸν ᾿Ιορδάνην καὶ παρενέβαλον ἐν ᾿Αροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ ᾿Ελιέζερ. 6 καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασών, ἥ ἐστιν ᾿Αδασαί, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα. 7 καὶ ἦλθον εἰς Μάψαρ Τύρου καὶ εἰς πάσας τὰς πόλεις τοῦ Εὐαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον ᾿Ιούδα εἰς Βηρσαβεὲ 8 καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσιν ἡμερῶν εἰς ῾Ιερουσαλήμ. 9 καὶ ἔδωκεν ᾿Ιωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο ᾿Ισραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ρομφαίαν καὶ ἀνὴρ ᾿Ιούδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν. 10 καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπε Δαυὶδ πρὸς Κύριον· ἥμαρτον σφόδρα, ὃ ἐποίησα νῦν, Κύριε· παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα. 11 καὶ ἀνέστη Δαυὶδ τὸ πρωΐ. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα λέγων· 12 πορεύθητι καὶ λάλησον πρὸς Δαυὶδ λέγων· τάδε λέγει Κύριος· τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι. 13 καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυὶδ καὶ ἀνήγγειλε καὶ εἶπεν αὐτῷ· ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ρῆμα. 14 καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω· 15 καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον. καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν ᾿Ισραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. 16 καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς ῾Ιερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ· πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῇ ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 17 καὶ εἶπε Δαυὶδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν· ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. 18 καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ· ἀνάβηθι καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 19 καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, καθ’ ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος. 20 καὶ διέκυψεν ᾿Ορνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν ᾿Ορνὰ καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 21 καὶ εἶπεν ᾿Ορνά· τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρός τὸν δοῦλον αὐτοῦ; καὶ εἶπε Δαυὶδ· κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ. 22 καὶ εἶπεν ᾿Ορνὰ πρὸς Δαυὶδ· λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. 23 τὰ πάντα ἔδωκεν ᾿Ορνὰ τῷ βασιλεῖ, καὶ εἶπεν ᾿Ορνά πρὸς τὸν βασιλέα· Κύριος ὁ Θεός σου εὐλογήσαι σε. 24 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Ορνά· οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Κυρίῳ μου Θεῷ ὁλοκαύτωμα δωρεάν· καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα. 25 καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ. καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. καὶ προσέθηκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ’ ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν ᾿Ισραήλ.